Ἡ ὁδοιπορία
Ὡρμήθην Σαββάτῳ πρωΐ, τῇ ιγʹ τοῦ Ἰουνίου. Ἀφικόμην πρῶτον εἰς τὸν σταθμὸν τῶν ἁμαξοστοιχιῶν ἐν Ἀξμινστέρῳ, κἀκεῖθεν ἔλαβον τὸ λεωφορεῖον (τὸ Χ51 ἐπορεύετο ἐκείνην τὴν ὥραν, εἰσὶ δ' ὅμως καὶ ἕτερα). Ὀλίγῳ δὲ πρὸ τῆς ἑνδεκάτης ὥρας ἤμην ἐν Λάιμ Ρέγκις. Ἡ πανήγυρις ἤδη ἤρκτο, καὶ ἔμελλε τελευτᾶν τῇ ἐπιούσῃ περὶ δείλην.
Ἐπὶ τῆς ἀκτῆς
Καταβὰς ἐκ τοῦ λεωφορείου εὐθὺς ὥρμησα, ὡς ὁ λόγος, «ἐπὶ κεφαλήν», ζητεῖν ἀπολιθώματα. Ἡ μὲν πανήγυρις μέγα πρᾶγμα ἦν, ἀλλ' ἐκείνην τὴν ὥραν ἔτι πρῲ ἦν καὶ ἄρτι ἤρχοντο, καὶ τὸ μέγιστον· ἄμπωτις ἦν περὶ τὴν ἑνδεκάτην. Ὁ δὲ ἀὴρ εὐτυχῶς καλὸς ἦν, καὶ θερμὸς ὀλίγον.
Περιεπάτουν ἄνω καὶ κάτω ἐπὶ τῆς ἀκτῆς ἐπὶ δύο ὥρας καὶ ἡμίσειαν. Ἐθαύμασα ὅσα ἀπολιθώματα ἀμμωνιτῶν ἦν, καὶ μεγάλα γε, οὐ τὰ τυχόντα. Ἔνια αὐτῶν εἶχεν ἂν πάντως διάμετρον πεντήκοντα ἑκατοστῶν. Ἔδει δ' ἄλλως τοῦτο προσδοκᾶν, ἐπεὶ ἐν Λάιμ Ρέγκις ἐστὶν τὸ περιβόητον «λιθόστρωτον τῶν ἀμμωνιτῶν» («ammonite pavement» ἀγγλιστί), πλάξ τις ἐπὶ τῆς ἀκτῆς ἀτεχνῶς μεστὴ μεγάλων ἀμμωνιτῶν, ἐφ' ὧν ὁ λεὼς βαδίζει ἀδεῶς καὶ πατεῖ αὐτούς.
Εἶχον δ' ἐν νῷ εὑρεῖν ἀμμωνίτην, ἐπεὶ μέχρι νῦν οὐκ εἶχον λίαν καλοὺς ἐξ ἐκείνου τοῦ τόπου ἐν τῇ συλλογῇ. Τὸ δὲ πρῶτόν μου εὕρημα, ἐν τέλματί τινι κάτω ἐν τῇ ἀμπώτιδι, ἦν μικρὸν τμῆμα στελέχους κρινοειδοῦς, ἀστεροειδές, τὸ πρῶτον τοιοῦτον εἰσιὸν εἰς τὴν συλλογήν μου. Ὑπόμνημα ὅτι ἡ θήρα τῶν ἀπολιθωμάτων ἀπρόβλεπτόν τι καὶ τερπνόν ἐστιν!
Πλὴν μετὰ πολλὴν ὥραν εὗρον μέγαν λίθον, ὃς ἐφαίνετο ἄρτι κατωλισθηκὼς ἐκ τῶν κρημνῶν. Σημειωτέον δ' ὅτι τοῖς κρημνοῖς, πλὴν τοῦ ἀπαγορεύεσθαι τὸ ὀρύσσειν, καὶ ἐπικίνδυνόν ἐστι πλησιάζειν, ἐπεὶ πάσῃ ὥρᾳ δύναται γενέσθαι κατολίσθησις. Ἐπὶ τοῦτον οὖν τὸν λίθον ἠρξάμην κρούειν ὀλίγον τὴν ἄκραν τῇ σφύρᾳ μου, ἕως ἔπεσε χαμαὶ τμῆμά τι τῆς πέτρας. Καὶ εὐθὺς εἶδον οἱ ὀφθαλμοί μου ὃ προσεδόκων ἰδεῖν· καλόν τινα, ὅλον ἀμμωνίτην τετηρημένον ἐν τῷ λίθῳ. Κατὰ μικρὸν δὲ τῇ σφύρᾳ ἐξεῖλον αὐτὸν ἐκ τοῦ λίθου, καὶ περὶ αὐτὸν ἀνεφάνησαν ἕτεροι. Συλλέξας δὲ πέντε ἢ ἕξ, ἐφωτογράφισα αὐτούς (μή τι κακὸν πάθοιεν κατὰ τὴν ὁδόν) καὶ ἔθηκα εἰς τὸν σάκκον μου. Ἔδει με κομίσαι ἐφημερίδα τινὰ ἵνα τυλίξω αὐτούς, ἀλλ' ἔπαθον.
Περὶ δὲ μεσημβρίαν ἔκρινα παύσασθαι τῶν ἀπολιθωμάτων, τοῦτο μὲν ὅτι καῦμα ἦν καὶ ἐκοπίασα, τοῦτο δ' ὅτι ἱκανὰ εὑρήκειν καὶ ἔδει φέρειν αὐτὰ δι' ὅλης τῆς ἡμέρας, ἔτι δ' ὅτι ἦν καὶ πανήγυρίς τις ἣν ἦλθον θεάσασθαι.
Ἡ πανήγυρις (Ἡμέρα πρώτη)
Εἰσιὼν δὲ πάλιν εἰς τὴν πόλιν εἶδον ὅτι συνῆκτο ὄχλος. Πολλοὶ ἦσαν ἐπὶ τῆς ἀκτῆς καὶ ἀπέλαυον τῆς εὐδίας. Ἦλθον ἐξ ὅλης τῆς Ἀγγλίας συλλέκται, τεχνῖται, ἑταιρεῖαι καὶ εἰδήμονες, καὶ ἔστησαν τραπέζας καὶ ἕκαστος ἐξετίθει τὰ ἑαυτοῦ.
Στίλβωσις
Ἦλθον πρῶτον εἰς ἐργαστήριόν τι στιλβώσεως ἀπολιθωμάτων. Εἶχον κομίσας καὶ ἐμαυτοῦ τινας βελεμνίτας, ἀλλ' εἶπόν μοι ὅτι οὐκ ἂν γένοιντο, ἴσως σκληρὰ ἦν ἡ πέτρα, οὐκ οἶδα. Ἐπριάμεθα δ' ἐκεῖ ἀμμωνίτην τινὰ καὶ ναυτίλον δίχα τετμημένους. Εἶπον ἡμῖν ὅτι ἐξ Ἰλμινστέρου ἦσαν. Ἐτρίψαμεν δ' αὐτοὺς πρῶτον ἐπὶ τριῶν βαθμίδων ὑγροῦ τριπτικοῦ χάρτου, ἀρξάμενοι ἀπὸ τοῦ τραχέος, καὶ τελευταῖον ἦν τὸ λεπτότατον. Ἐπὶ τέλει δ' ἐτελείωσαν ἡμῖν αὐτοὺς διαβρωτικῇ κόνει ἐπὶ μηχανήματός τινος ἐθελονταί τινες οἱ ἐκεῖ παρόντες. Τὸ δὲ τελικὸν ἀποτέλεσμα ἦν λεία τις καὶ καλὴ στιλπνὴ ἐπιφάνεια, ἀναδεικνύουσα τοὺς τοῦ ἀέρος θαλάμους τοῦ κελύφους καὶ ἕτερα λεπτομερῆ τῆς ἐντὸς δομῆς. Καίτοι νομίζω ὅτι ἐπὶ τοῦ ἀμμωνίτου ἡ στίλβωσις ἀπέτριψε πλείω ἢ ἀπεκάλυψέ τι ὃ οὐκ ἐφαίνετο.
Ὁμιλία: «Καθαρισμὸς καὶ συντήρησις ἀπολιθωμάτων»
Μετὰ δὲ τοῦτο ὁμιλία τις ἐγένετο περὶ συντηρήσεως ἀπολιθωμάτων ὑπ' ἀντιπροσώπων τῆς ZOIC PalaeoTech καὶ τῆς «Emanya fossil preparation & conservation». Διελέχθησαν περὶ τῶν διαφόρων μεθόδων καθαρισμοῦ καὶ συντηρήσεως:
- μηχανικαὶ μέθοδοι
- διὰ γραφίδων χαράξεως ἠλεκτρικῶν ἢ ἀερίων (μετὰ συμπιεστοῦ)
- διὰ σμιλίων
- δι' ἀμμοβολῆς, μετὰ κόκκων διαφόρων κατὰ τὴν σκληρότητα τοῦ ἀπολιθώματος καὶ τοῦ πετρώματος
- χημικαὶ μέθοδοι
- συντήρησις διὰ Παραλοειδοῦς Β-72 (ἐν τῷ σχετικῷ ἄρθρῳ τοῦ ἡμερολογίου, τὸ παραλοειδὲς ᾧ ἐχρησάμην ἦν ὃ ἐπριάμην παρὰ τῆς ZOIC)
Ἐμνήσθησαν καὶ τῆς «νόσου τοῦ πυρίτου» (pyrite disease), ἥτις φθείρει τὰ πυριτικὰ ἀπολιθώματα. Ἔστι δὲ χημικὴ ἀντίδρασις γιγνομένη ὅταν ὁ πυρίτης συναντᾷ τῇ ἀτμοσφαίρᾳ (τὸ ὀξυγόνον, εἰ καλῶς μέμνημαι;) καὶ ἡ ὑγρασία ὑψηλή ἐστιν. Ὁ δ' ἄριστος τρόπος τοῦ φυγεῖν τοῦτο, ἐξ ὧν εἶπον, ἐστὶ τὸ ἐᾶν τὰ ἀπολιθώματα ξηραίνεσθαι τελέως (ἴσως ἐπὶ μῆνας ἢ καὶ πλείονας) πρὶν φυλαχθῶσιν.
Ἡ δ' Emanya ἔδειξεν ἡμῖν καὶ ἰχθύν τινα τοῦ Δεβονίου σχεδὸν τετελεσμένον. Κάλλιστος μὲν ἦν, ἀλλὰ δυστυχῶς οὐκ ἐφωτογράφισα αὐτόν. Εἶπε δ' ὅτι ἑκατὸν ὀκτὼ ὥρας ἔργου ἀνήλωσεν εἰς τὸ καθᾶραι αὐτὸν εἰς τὴν κατάστασιν ἐν ᾗ ἦν.
Τροφὴ καὶ ἀνάπαυσις
Μετὰ δὲ τοῦτο ἤλθομεν καὶ ἐφάγομεν ἐν τῷ Rock Point Inn. Τὰ θαλάσσια αὐτῶν κάλλιστα ἦν, εἶχον δὲ καὶ φροντίδα τῶν λάρων μή τινα αἰφνίδιον ἐπιδρομὴν ποιήσαιντο ἐφ' ἡμᾶς! Διετρίψαμεν ἔτι ὀλίγον, καὶ τελευταῖον ἐλάβομεν τὸ λεωφορεῖον ἵνα ἐπανέλθωμεν εἰς τὸ Τσάρμουθ, ἔνθα ἐμέλλομεν μένειν. Ἐποιησάμεθα δὲ καὶ περίπατόν τινα ἑσπέρας ἐπὶ τῆς ἀκτῆς τοῦ Τσάρμουθ, ἀλλ' οὐδὲν εὗρον ἐκεῖ.
Ἡ πανήγυρις (Ἡμέρα δευτέρα)
Ἤλθομεν πρῲ εἰς Λάιμ Ρέγκις, ἐπεὶ ἠβουλόμεθα ἀριστῆσαι πρὸ τῆς ὁμιλίας εἰς ἣν ἐμέλλομεν ἰέναι. Εὕρομεν καφενεῖόν τι (The Galley Café) καὶ ἐφάγομεν ἐκεῖ τὸ σύνηθες ἀγγλικὸν ἄριστον μετὰ χοιρομηρίου (bacon), ᾠῶν καὶ φασήλων ἐκ κονσέρβας.
Ὁμιλία: «Οἱ Σπινόσαυροι - οἰκολογία καὶ ἀμφισβήτησις»
Περὶ δὲ ὥραν δεκάτην καὶ ἡμίσειαν ὁμιλία τις ἦν ἐν τῷ «Θαλασσίῳ θεάτρῳ» (Marine Theatre), περὶ τῶν σπινοσαύρων καὶ τοῦ ἀμφισβητουμένου ἐρωτήματος πόσον χρόνον διέτριβον ἐν τῷ ὕδατι καί, τὸ μέγιστον, πῶς αὐτὸν διέτριβον, πῶς ἐτρέφοντο, εἰ ἐδύναντο νεῖν καὶ τὰ τοιαῦτα. Ἡ δ' ὁμιλία ἐπεγέγραπτο «Οἱ Σπινόσαυροι - οἰκολογία καὶ ἀμφισβήτησις» (The Spinosaurs - ecology and controversy), ὁ δ' ὁμιλητὴς ἦν ὁ Δρ Δαυὶδ Χόουν (Dave Hone) τοῦ πανεπιστημίου Κουὶν Μαίρη τοῦ Λονδίνου. Διελέχθη περὶ τῆς ἱστορίας τοῦ γένους καὶ περὶ τῶν διαφόρων εἰκασιῶν καὶ θεωριῶν ἃς ἀνέπτυξαν περὶ τούτου τοῦ ζῴου. Ἐπέστησε δὲ τὸν νοῦν ταῖς προσφάτοις ἐρεύναις καὶ ἀνακαλύψεσιν, ὧν αἱ μὲν ὑπεστήριζον πάντῃ ἔνυδρόν τινα βίον, αἱ δ' οὔ, καὶ ὑπερησπίσατο τῆς θέσεως ὅτι ἡ ἀνατομία τοῦ Σπινοσαύρου οὐκ ἀρίστη ἐστὶ πρὸς ἐνεργὸν κολύμβησιν, καὶ ὅτι μᾶλλον ἔστι τεκμήρια δεικνύντα ἡμῖν ὅτι ἐτρέφετο, καὶ ἴσως διῆγε, μᾶλλον ὡς ἐρῳδιὸς ἢ ὡς κροκόδειλος ἢ ἕτερός τις ἔνυδρος θηρευτής.
Τότε δὲ πρῶτον παρηκολούθησα ζῶσαν ὁμιλίαν παλαιοντολογικοῦ περιεχομένου, καὶ ὁμολογεῖν δεῖ ὅτι οὐκ ἐψεύσθην τῆς ἐλπίδος. Καίτοι ἱκανὰ ὧν ἐρρήθη ἤδη ἠκηκόειν, πολλὰ ὧν ἤκουσα ἐκεῖ καινὰ ἦν ἐμοί. Καὶ μόνον τὸ εἶναί με ἐν αἰθούσῃ μεστῇ τοσούτου λαοῦ ἔχοντος τὸ αὐτὸ «νόσημα» ἡδύ τι αἴσθημα ἦν!
Θήρα θησαυροῦ ἀνὰ τὴν πόλιν
Ὡς μέρος τῆς πανηγύρεως ἕκαστος ἐδύνατο μετασχεῖν «θήρας θησαυροῦ» τινος ἀνὰ τὴν πόλιν, ἐν ᾗ ἔδει περιπλανᾶσθαι καὶ ἰέναι εἰς διάφορα καπηλεῖα (ἱματίων, μνημοσύνων, παιγνίων, τροφῆς...) καὶ εὑρίσκειν ἐν ἑκάστῳ ἓν κεκρυμμένον γράμμα. Ἐπὶ τέλει δ' ἐσχηματίζετο λέξις τις, ἣν ἔδει ὑποβαλεῖν εἰς τὸ γραφεῖον τῆς πανηγύρεως ἵνα εἰσέλθῃς εἰς κλῆρόν τινα. Οὐκ οἶδα τί ἀκριβῶς κληροῦται, οἶμαι δ' εἶναι δωρεὰν μνημόσυνα τῆς πανηγύρεως· πιλίδια, χιτωνίσκους καὶ τὰ τοιαῦτα. Μαθησόμεθα εἰ ἐνικήσαμεν!
Ὁμιλία: «Ὁ ἀπολιθωματοθήρας τῆς Ὑορκίας»
Ὁ Μᾶρκος Κεμπ (ἐμπορικῷ ὀνόματι «Ὁ ἀπολιθωματοθήρας τῆς Ὑορκίας», The Yorkshire fossil hunter) μηχανικός τις πρότερον ἦν, ὃς πρὸ δεκαετίας που ἀφῆκε τὴν τέχνην ἵνα ἀσχοληθῇ ἐπαγγελματικῶς περὶ τὰ ἀπολιθώματα, ἅπερ ἦν τὸ πάθος αὐτοῦ. Διελέχθη περὶ τοῦ πῶς ἤρξατο ἀσχολεῖσθαι ἄνευ ἐπαγγελματικῆς παιδείας ὡς παλαιοντολόγος ἢ γεωλόγος, τῷ συλλέγειν, καθαίρειν καὶ συντηρεῖν ἀπολιθώματα τοῦ ἑαυτοῦ τόπου, ἐπὶ τῆς ἀκτῆς τοῦ Χόλντερνες ἐν Ὑορκίᾳ. Ἐπεὶ δ' ἤρξατο ἐπαγγελματικῶς ταῦτα πράττειν, ἤρξατο καὶ ἄγειν ἀνθρώπους εἰς ξεναγήσεις περὶ ἀπολιθωμάτων καὶ εἰς τὸ ἐργαστήριον αὐτοῦ, μικροὺς καὶ μεγάλους, σχολεῖα καὶ φοιτητάς. Ἦν δ' ἄξιον θεωρίας τὸ πῶς ἄνθρωπός τις κατώρθωσε ποιῆσαι τὸν ἔρωτα αὐτοῦ ἐπάγγελμα καὶ τρόπον βίου.
Τέλος τῆς ἡμέρας καὶ ἐπάνοδος
Μετὰ δὲ τοῦτο ἐφάγομεν ἄρτους τινὰς ἐν τῷ The Bagel Shop (κάλλιστοι μὲν ἦσαν, ὀλίγον δὲ μικροί) καὶ περιήλθομεν ἔτι ὀλίγον ἀνὰ τὴν πόλιν. Ἐπριάμην δὲ καὶ χιτωνίσκον τινὰ τῆς πανηγύρεως ἵνα μεμνῶμαι αὐτῆς. Ἦν δὲ διάφορα πραγμάτια ἃ ἐπεσπάσατό μου τὴν προσοχήν, ἐν οἷς:
- Ῥομποτάριόν τι (φαίνεταί μοι εἶναι ὡς ἐκεῖνοι οἱ ῥομπότ-κύνες τῆς Βοστωνείου Δυνάμεως) ἐνδεδυμένον ὡς ἀγκυλόσαυρος περιήρχετο καὶ ἐπεδείκνυτο τοῖς ἐπισκέπταις.
- «Παίγνιον ἐπιτράπεζον» τοῦ «πῶς γενέσθαι ἀπολίθωμα: τὸ χαλεπώτατον παίγνιον». Ἤρχου μετὰ ζῴου τινός (ἦν ἰχθὺς καὶ καρκίνος καὶ σκωλήκιον) καὶ ἔρριπτες κύβον. Ἦσαν δὲ πάμπολλα ἐμπόδια κατὰ τὴν ὁδόν (οἷον ἔφαγέ σε ἕτερον ζῷον) καὶ ἐν ταῖς πλείσταις βολαῖς ἡττῶ. Εἶπε δ' ἡμῖν ὁ ἐκεῖ ἄνθρωπος ὅτι μόνον εἷς ἀφίκετο μέχρι τοῦ ἀπολιθώματος ἐν ὅλῃ τῇ πανηγύρει, καὶ ὅτι ἡ πιθανότης τοῦ ἀπολιθωθῆναί τι ἐλάττων ἐστὶ τοῦ 0,001%.
- Ἐπριάμην «κιβώτιον εἰσαγωγικὸν καθαρισμοῦ ἀπολιθωμάτων» (fossil preparation starter kit) πεντήκοντα λιρῶν παρὰ τῶν ZOIC. Ἔστι δὲ γραφὶς χαράξεως ἠλεκτρικὴ (Dremel 290) μετὰ τῶν ἰδίων αὐτῶν ἀκίδων λεπτοτέρων, αἵτινες καταλληλότεραί εἰσι πρὸς τὸν καθαρισμὸν τῶν ἀπολιθωμάτων. Ὀψόμεθα τί ἔργον κατορθώσομεν δι' αὐτοῦ.
- Περὶ δὲ τὴν τετάρτην ὥραν ἤρξαντο παίζειν οἱ τῆς πόλεως μουσικοὶ ἐν τῇ ἀγορᾷ τῇ παρὰ τὴν θάλασσαν. Καλὸς δὲ τρόπος ἦν τοῦ τελευτῆσαι τὴν ἡμέραν.
Τέλος δέ, περὶ τὴν πέμπτην ὥραν ἐλάβομεν τὸ τελευταῖον λεωφορεῖον ἵνα ἔλθωμεν εἰς τὸν σταθμὸν τοῦ Ἀξμινστέρου. Ἦν δὲ καλόν τι Σαββατοκύριακον ἐν τῷ χαρίεντι πολιχνίῳ τοῦ Λάιμ Ρέγκις. Κατὰ τοὺς λόγους ἑτέρου τινός, οὗ ἤκουσα λέγοντος, ὡς ἡ Δισνεϋλάνδη τῶν ἀπολιθωμάτων ἦν!