Ὁμοταξία †Τριλοβίτες (†Trilobita)
Οἱ Τριλοβίτες εἰσι κλάδος θαλαττίων ἀρθροπόδων ἀπολωλότων, γνωριζόμενοι ἀπὸ τοῦ πρωίμου Καμβρίου μέχρι τοῦ τέλους τοῦ Περμίου. Ὁρίζονται ὑπὸ τοῦ τρίλοβου ραχιαίου ἐξωσκελετοῦ (μεθ' ἑνός ἀξονικοῦ και δύο πλευρικῶν λοβῶν), διῃρημένου εἰς κεφαλήν, θώρακα, καὶ πυγίδιον. Ὁ ἠσβεστολιθωμένος τούτων χιτὼν καὶ οἱ καλῶς πεπλασμένοι σύνθετοι ὀφθαλμοί, πολλάκις ἐξ ἀσβεστίτη, διαφέρουσι τούτους τῶν ἄλλων ἀρθροπόδων. Ἀντὶ δὲ σιαγόνων, ὡς τοῖς Γναθούχοις (Mandibulata), οὐκ εἶχον διακεκριμένα στόματα, ἀλλ᾽ ἔχαιρον δικλάδοις σκέλεσιν (σπάνιως διασῳζομένοις). Μόνον ἐν θαλάττῃ ᾤκουν, καὶ ἔχαιρον ἐν ποικίλαις οἰκολογικαῖς θέσεσιν, ἀπὸ τοῦ ἐρπυστικοῦ βενθικοῦ βίου μέχρι τοῦ κολυμβητικοῦ, πολλοὶ δὲ καὶ ὡς σφαίρα ἐκυλίοντο πρὸς ἄμυναν. Ἐπεὶ δὲ πολυάριθμα εὑρίσκονται ἀπολιθωμένα, ὑπάρχουσι σημεῖα κυριώτατα ἐν ταῖς Παλαιοζωϊκαῖς στρωματογραφίαις.