Κλάδος Σαρκοπτερύγιοι (Sarcopterygii)

sarcopterygii

Ὃπερ ἤρξατο ὡς κλάδος ὑδροβίων ἰχθύων ἐχόντων πτερύγια σαρκώδη, οἱ Σαρκοπτερύγιοι νῦν περιλαμβάνουσι πάντας τα ἐπὶ γῆς ζῶντα σπονδυλωτά· ἀμφίβια, ἑρπετὰ, πετεινά καὶ θηλαστικά, μεθ' ὀλίγων λοιπῶν ἰχθύων οἷον τοὺς κοιλακάνθους καὶ τοὺς διπνόους.

Τα πρῶτα τοῦ κλάδους εἴδη γνωρίζονται τοῖς ἐζευγμένοις μέλεσιν ὑπὸ συμπαγοῦς ἔνδον ὀστοῦ κρατουμένοις, ὡς δὲ ὀστᾶ ὁμόλογα τοῖς τῶν τετραπόδων ἔχοντα. Ταῦτα τα σαρκώδη καὶ λοβώδη πτερύγια διαφέρουσι σαφῶς τῶν ἀκτίναις ὑποστηριζομένων πτερύγων τῶν Ἀκτινοπτερυγίων συγγενῶν. Ἐν τοῖς νεωτέροις Σαρκοπτερυγίοις, οἷον ἐν θληαστικοῖς ἢ πετεινοῖς, αἱ πτέρυγες ταῦτα μετεμορφώθησαν εἰς ἀληθινὰ μέλη, ἤ τε ἠλλοιώθησαν ἢ και ὅλως ἐξέλιπον.

Οἱ Σαρκοπτερύγιοι πρῶτον ἐν τῷ Σιλουρίῳ χρόνῳ ἐφάνησαν. Ἡ κληρονομία τῆς τοῦ κλάδου ἐξελίξεως περιέχει τὴν γένεσιν τῶν δακτύλων, τῶν πνευμόνων, καὶ τῶν ἐσωτερικῶν μυκτήρων, γνωρίσματα ἃ πρῶτον ἐν ὑδροβίοις προγόνοις ἐγένοντο καὶ ὑπῆρξαν ὡς θεμέλιον τοῦ χερσαίου βίου.

Ὑποομάδαι