Οἰκογένεια †Ἰνοκεραμίδαι (†Inoceramidae)

inoceramidae

Αἱ Ἰνοκεραμίδαι ἦσαν οἰκογένεια διθύρων μεγάλων το κέλυφος παχύ ἐχόντων. Ἐν οὖν ταῖς Κρητιδικαῖς θαλάσσαις ἤκμασον. Τὰ κελύφη αὐτῶν ἦν σφόδρα ἀνόμοια τῷ μεγέθει, πολλάκις δὲ πελώρια, γραμμάς ἀναπτύξεως εὐρείας φέροντα, ὥστε φανερῶς στρωτὴν καὶ πρισματώδη μορφὴν ἔχειν. Ἀκτῖνας δε ὡς ἐπί το πλεῖστον οὐκ ἔχουσι, ἢ σπανίως ἀσθενεῖς. Ἡ δὲ τοῦ συνδέσμου δομή αὐτὰ διαφέρει ἀπὸ τῶν ὀστρέων, οἷς δε ὅμοια ἄλλως ἐφαίνοντο. Καὶ ὁ μη προσκεκολλημένος βίος, ἀλλὰ χαμαιπετής, ἑτέρας φύσεως ἦν ἢ τοῦ γνησίου ὀστρέου, ὃ ἀεί προσφύεται.

Ἐν τοῖς ἁπαλοῖς βυθοῖς ᾤκουν, ἐκ τοῦ ὕδατος τὴν τροφὴν διηθοῦσαι, καὶ πλατέα στρώματα κελυφῶν ἐποιοῦντο ἐν ἠρέμοις καὶ πολλάκις ὀλιγοξείοις θαλασσίοις τόποις, ὡς οἵ την Εὐρωπαϊκήν Κρητίνην ποιήσαντες. Τὰ δὲ ἰσχυρὰ καὶ ἀσβεστώδη αὐτῶν κελύφη πολυάριθμα εἰσί και ἐμβληματικά ἐν τοῖς τοῦ ὀψίμου Κρητιδικοῦ ἀποθέμασι, σημεῖα γιγνόμενα πρὸς τὴν σύγκρισιν τῶν θαλασσίων στρωμάτων.