Ὑφομοταξία †Ἀμμωνιτοειδῆ (†Ammonoidea)
Τα Ἀμμωνιτοειδῆ ἦσαν κεφαλόποδα θαλάττια ἐκλελοιπότα, μᾶλλον συγγενέστερα ταῖς σηπιαῖς καὶ τοῖς πολυπόδεσιν ἢ τοῖς νῦν ναυτίλοις. Ἴδιον δὲ ἦν αὐτῶν το ἐλικτὸν καὶ θαλάμοις μεμερισμένον κέλυφος, οἷς τῷ πλεῖν ἐπεκούροντο. Ἀντιθέτως προς τοῖς ναυτίλοις, ἐπί τῶν τοιχωμάτων τῶν θαλάμων ἐφαίνοντο λεπταί γραμμαί, καλούμεναι ῥάμματα, καὶ ταῦτα πλείω καὶ ποικιλώτερα ἐν ὀψιμωτέραις γενεαῖς. Ὁ δὲ σωλὴν ὁ συνάπτων τοὺς θαλάμους, το καλούμενον σίφωνον, οὐ διά τοῦ μέσου ἦγεν ἀλλ’ ἐπὶ τοῦ κελύφους την ἔσω ἐπιφάνειαν, καὶ πολλάκις το κέλυφος ἐκοσμεῖτο ῥάβδοις ἢ ἀκάνθαις ἢ θυλάκοις, ἵνα ῥώμην ἔχοι και σχῆμα ὑδροδυναμικώτερον.
Πρῶτον μὲν ἐφάνησαν πρὸ πλείων ἢ τετρακοσίων ἑκατομμυρίων ἐτῶν ἐν τῷ Δεβονίῳ, ἤκμασαν δὲ καθ’ ὅλα τα Μεσοζωϊκά πελάγη, καὶ συναπώλοντο τοῖς δεινοσαύροις ἐν τἐλει τοῦ Κρητιδικοῦ, περὶ ἑξήκοντα καὶ ἓξ ἑκατομμυρίων ἐτῶν πρὸ τοῦ νῦν. Ἐπεὶ δὲ πολλαχοῦ διεσπάρησαν καὶ ἐπλεόνασαν καὶ ταχὺ μετέβαλλον, τα Ἀμμωνιτοειδῆ εἰσὶν ἐκ τῶν ἐπισημοτάτων σημείων, οἷς οἱ γεωλόγοι χρόνους καὶ στρώματα γῆς διαγινώσκουσι καὶ συγκρίνουσιν.
Ἔτι δὲ ζῶντες ἦσαν ἰσχυροὶ κολυμβηταί· οἱ μὲν ἴσως μικρὰ πλαγκτὰ ἐκ τοῦ ὕδατος διήθουν, οἱ δὲ θηρία μείζονα ἐθήρευον. Ἡ μορφὴ δὲ καὶ ἡ κόσμησις τῶν κελύφων ἐδήλου διαφόρους τρόπους πλεύσεως καὶ κολυμβήσεως καὶ ἀμύνης. Διεσχίσθησαν δὲ εἰς πλείονας γενεάς, οἷον Γωνιατῖται, Κερατῖται καὶ Ἀμμωνῖται.