Διακρία ἡ τριάκανθος (Diacria trispinosa)

diacria trispinosa

Ἡ Διακρία ἡ τριάκανθος ἴδιον ἔχει κελύφους σχῆμα, διμερῶς συμμετρικόν τε και κοιλιοραχιαίως πεπλατυσμένον, μετ' ἀκάνθης μὲν ὀπίσω μακρᾶς, δύο δὲ μικροτέρων πλαγίων, καθέτως ἀμφοτέρῳ τοῦ κελύφους ἐπιμήκους ἄξονος ἐκτεινομέναι. Τῇ γαστρικῇ ὄψει φαίνεται κατά μῆκος ἐν τῷ μέσω πτύγμα ἐπιφανές, ἑκατέρᾳ δε αὐτοῦ πλευρᾷ ἄλλο λεπτότερον ἔχει· ἐν δὲ τῷ νώτῳ πέντε εἰσὶν πτύγματα ἐπιμήκη. Τὸ κέλυφος διαφανές ἐστιν ἐπὶ πολὺ, χρόαν δὲ ἐρυθροκαστανῆ ἔχει κατὰ τὸ χεῖλος τοῦ στομίου καὶ ἐπὶ τοῖς παχυτέροις τόποις, οἷον τοῖς πλαγίοις πτύγμασι καὶ τοῖς τῶν νωτιαίων πτυγμάτων ἄκροις. Τα δε ἐνήλικα κελύφη ὡς περί ἓξ χιλιοστομέτρων το μέγεθος ἔχουσιν.

Ἡ Δ. τριάκανθος τοῖς ἀπολιθώμασι μαρτυρεῖται ἀπὸ τοῦ ὀψίμου Μειόκαινου, τουτέστιν ὡς ἀπό ἕπτάκις ἑκατομμυρίων ἐτῶν, μέχρι τοῦ νῦν· ὥστε ἐστὶ τῶν ἐν τῷ γένει μακροβιωτάτη. νῦν οὖν εὑρίσκεται ἐν ταῖς θερμαῖς τε καὶ ὑποθερμαῖς θαλάσσαις πάντων τῶν μεγάλων ὠκεανῶν, ἐν τῷ τε Ἀτλαντικῷ καὶ Ἰνδοειρηνικῷ καὶ μερικοῖς τοῖς τῆς Μεσογείου τόποις· ὥστε οἰκουμενικωτάτη τῶν Διακριῶν ἐστίν.

Ὡς δὲ καὶ τὰ ἄλλα τῶν πλαγκτονικῶν ζῴων, οὕτως καὶ ἡ Δ. τριάκανθος ἐπιτελεῖ τὴν καθ’ ἡμέραν καὶ νύκτα μετανάστευσιν καθέτως· τῆς γὰρ νυκτὸς ἐπιπολῆς ἀναδύεται τοῦ τρέφεσθαι, ἡμέρας δὲ κατέρχεται τῷ μεσοπελαγικῷ βάθει ὡς ἀποφεύγουσα τοὺς ὁρατικούς θηρευτάς. Τοῦτο βαθύτερον ποιεῖ ἢ πολλά συγγενῆ εἴδη, ὡς ἡ Διακρία ἡ μεγάλη (Diacria major), ἰδίαν οἰκολογικὴν θέσιν ἐν τῷ γένει δεικνύουσα.