Συνομοταξία Ἐχινόδερμα (Echinodermata)

echinodermata

Τα Ἐχινόδερμα κλάδος εἰσίν, ὅλως θαλάττιος, ὧν ἔνι ἀστερίαι, ὀφίουροι, ἐχῖνοι, θαλάσσιοι σίκυοι καὶ κρινοειδῆ. Καίπερ μορφῇ διαφέροντα, κοινὰ σημεῖα πάντα φέρουσιν· πενταμερὴς συμμετρία τοῖς τελείοις, ὑδροαγγειακόν σύστημα μετά ποδιῶν σωληνωειδῶν, καὶ ἐνδοσκελετόν ἐκ πλακῶν ἤ ὀσταρίων ἀσβεστιτικῶν.

Ἔχουσιν δὲ καὶ συνδετικούς ἱστούς εὐμετάβλητους, οὕς ταχέως ἢ σκληρύνειν ἢ χαλαροῦν δύνανται· τοῦτο πρὸς ἄμυναν, κίνησιν, ἢ καὶ μελῶν ἀποτίναξιν χρήσιμον. Ἡ δὲ τοῦ κινείσθαι καὶ σιτεῖσθαι καὶ πνεῖν δύναμις οὐχ ὑπὸ μυῶν γίνεται, ἀλλὰ δι’ ὑδραυλικῆς πιέσεως. Κεφαλὴν μέν οὐκ ἔχουσιν, ἀλλά τα νευρικά και αἰσθητήρια αὐτῶν ὄργανα καθ’ ὅλον τὸ σῶμα νενεμημένα εἰσί.

Τὰ δὲ ἔμβρυα αὐτῶν διμερῶς συμμετρικά εἰσί, εἶτα τελειούμενα εἰς πενταμερῶς ἀκτινωτά, δεικνύμενα τὴν αὐτῶν ἐξέλιξιν. Ἐνεφανίσθησαν ἐν τῷ Καμβρίῳ χρόνῳ καὶ πολλῶν ἀφανισμῶν ἐπεβίωσαν, σημειωτέα δε ἡ τῇ ἐπικυριαρχίᾳ μεταβολή αὔτη· ὡς μεν τῷ Παλαιοζωικῷ μάλιστα τα κρινοειδῆ ἤκμαζον, ἐν δὲ Μεσοζωικῷ καὶ Καινοζωικῷ τα ἐχινοειδῆ ποικίλως διεσπάρησαν. Νῦν δὲ σχεδὸν ἐν παντί περιβάλλοντι θαλασσίῳ εὑρίσκονται καὶ πληροῦσι θέσεις ἀπὸ βοσκητῶν μέχρι θηρευτῶν.

Ὑποομάδαι