Κλάδος Ἀλιγατοροειδῆ (Alligatoroidea)
Τα Ἀλιγατοροειδῆ ἐστὶ τὸ τῶν κροκοδειλίων γένος, περιέχον τοὺς ἀλιγάτορας καὶ τοὺς καϊμάνας καὶ τοὺς ἀπολωλότας συγγενεῖς αὐτῶν, χωρὶς δὲ ἀπὸ τῶν κροκοδείλων καὶ τῶν γαβιαλῶν. Πρῶτον μὲν φαίνονται ἐν τῇ ὀψίμῳ Κρητιδικῇ περιόδῳ· τὰ δὲ λείψανα δηλοῦσι πρὸτερον εὐρυτέραν διανομὴν· νῦν δὲ μόνον ἐν ταῖς Ἀμερικαῖς καὶ τῇ Ἀνατολικῇ Κίνᾳ κατοικοῦσιν.
Διαφέρουσι δε αυτούς τα πλατέα καὶ ἐν τοῦ ὕψιλον σχήματι αὐτῶν ῥύγχη, καὶ ὅτι ὁ ἄνω γνάθος ὑπερβάλλει τῶν κάτω ὀδόντων, ὥστε, κλεισθέντος τοῦ στόματος, τὸν τέταρτον ὀδόντα τοῦ κάτω γνάθου κεκρύφθαι (ὃ οὐκ ἔστιν ἐν τοῖς κροκοδείλοις). Καὶ ὅτι οὐκ ἔχουσιν ἀλοαδένας ἰσχυρούς, ἀνάγκῃ μάλιστα ἐν γλυκέσιν ὕδασι μένουσι, καὶ ψυχροτέρων κλιμάτων ἀνέχονται μᾶλλον. Πρὸς δὲ τὰς μακρὰς καὶ λεπτάς τῶν γαβιαλῶν σιαγόνας, τα ἀλλιγατοροειδῆ βραχείας καὶ βαθείας γνάθους ἔχουσιν, πρὸς δίαιταν παντοδαπήν ἁρμόδιας.
Νῦν δὲ ζῶσι μόνον δύο εἴδη ἀλιγάτορος· ὁ Ἀμερικανικός (Ἀλιγάτωρ ὁ μισσισσίπιος) καὶ ὁ Σινικὸς (Ἀ. ὁ σινικός), ἕτι δε καὶ πολλοί καϊμάνες ἐν τῇ Κεντρικῇ καὶ Νοτίᾳ Ἀμερικῇ, ἐν οἷς ὁ μέλας καὶ ὁ ὑαλοφόρος καϊμάνας.