Κλάδος Χελωνοειδῆ (Testudinoidea)
Τα Χελωνοειδῆ κλάδος ἐστίν τῶν σκληροκελύφων Κρυπτοδειρῶν, περιέχων τὰς χερσαίας τε καὶ τὰς πλείστας τῶν γλυχυδρίων χελωνῶν. Ἐμφανισθείς ἐν τῷ ὀψίμῳ Κρητιδικῷ, ἐγένετο μείζων τῶν προγενεστέρων κλάδων τῶν χερσαίων καὶ λιμναίων χελωνῶν.
Σημεῖον δὲ τοῦ γένους ἐστὶ τὸ χελύον ἄκαμπτον καὶ παντελῶς ὀστεοποιημένον, πλάκαις κερατίναις ἐπικεκαλυμμένον. Ἐνάντιον δε τῶν Τριωνυχίδων, ὧν το χελύον πεπλατυσμένον και λεῖον, ὥσεί δέρματι καλυπτόμενον. Ἔτι δε και τῶν θαλασσίων χελώνων, τῶν πτερύγια ἔχουσῶν. Τα μεν μέλη βραχέα καὶ ὀνυχοφόρα, προς το βαδίζειν ἢ κολυμβᾶν πεφυκότα· το κρανίον δὲ συμπαγές, ταῖς σιαγόναις ἰσχυρῶν μυῶν προσηκόντων, προς παμφαγίαν ἤ φυτοφαγίαν ἡρμοσμένον ἔχουσι.
Τα νῦν, τα Χελωνοειδῆ κατέχουσι σχεδὸν πᾶσαν ἤπειρον, ἀπὸ τῶν ἐρημίων καὶ λειμωνίων χερσαίων χελωνῶν μέχρι τῶν λιμναίων καὶ ποταμίων τῶν εὐκράτων και τροπικῶν ὑδάτων.