Οἰκογένεια Τριωνυχίδαι (Trionychidae)
Αἱ Τριονυχίδαι εἰσὶν αἱ μαλακοκέλυφες χελῶναι, οἱκογένεια κρυπτοδείρων ὡς ἐπί πολύ ὑδροβίων, ὑπαρχόντων ἀπὸ τῆς πρώιμης Κρητιδικῆς ἕως καὶ τοῦ νῦν αἰῶνος. Διαφέρουσι δὲ τῶν σκληροκελύφων χελωνῶν τῷ πλατυτέρῳ καὶ εὐκαμπτωτέρῳ χελύῳ, ᾧ δερματώδει τινί μεμβράνῃ λεπτῇ καλύπτεται ἀντί πλακῶν κερατίνων. Ἔτι και μη ἔχουσαι τα πλεῖστα περικρατοῦντα ὀστέα, ἃ ἐν ἄλλοις εἴδεσι τὸ στερεὸν τοῦ κελύφους χεῖλος συνιστῶσιν.
Ἡ μεν αὐτῶν μορφή ὑδροδυναμικῆ, ὁ δὲ τράχηλος μακρός και ἡ ῥίνη σωληνοειδής· ταῦτα πάντα συμφέρουσι τῷ ἐπιδεξίως κολυμβᾶν καὶ τῷ ἀφανῶς ἀναπνέειν, τῷ πυθμένει τοῦ ὕδατος αὐτῶν ἔτι κειμένων. Θηρευταὶ γὰρ εἰσὶν ἐνεδρεύοντες ταχεῖς. Σημειωτέον δε ὅτι καὶ διὰ τοῦ δέρματος καὶ τοῦ φάρυγγος ὀξυγόνον ἐκ τοῦ ὕδατος ἀπορροφῶσιν, ὥστε ἐπί πλείῳ χρόνῳ βυθιζόμεναι μένειν δύνανται ἢ αἱ πλεῖσται λοιπαί χελῶναι.
Νῦν δὲ ἐν Ἀσίᾳ, Ἀφρικῇ καὶ τῇ Βορείῳ Ἀμερικῇ εἴδη ζῶντα εὑρίσκεται, ἐν ποταμοῖς, λίμναις καὶ ἕλεσιν οἰκοῦντα. Καίτοι γε τὴν μορφὴν ἀλλόκοτον και ἰδίαν ἔχουσι, μικρὰν μεταβολὴν διὰ πλειόνων ἢ ἑκατὸν μυρίων ἐτῶν πεπόνθασι· ὁ κλάδος οὗτος χελωνῶν μαλακοκελύφων ἀπεδείχθη ἀνθεκτικώτατος.