Οἰκογένεια †Σπινοσαυρίδαι (†Spinosauridae)
Αἱ Σπινοσαυρίδαι οἰκογένεια ἐστὶ δεινοσαύρων θηρευτικῶν, ἀνόμοια πάσαις ταῖς ἄλλαις· οἱ μεν γὰρ πλεῖστοι τῶν θηριοπόδων ἐπὶ γῆς ἐθήρευον, ὀδόντας ὡσεί μαχαίρας ἔχοντες καὶ κρανία βαθέα, αἱ δὲ Σπινοσαυρίδαι ἄλλην τελείως ὁδὸν ἔλαβον. Ὥσπεργε κροκοδίλων ἐστίν αὐτῶν το ῥύγχος, μακρόν τε καὶ στενόν, ὀδόντων κωνοειδῶν πεπληρωμένον, οἵδε οὐ πρὸς σχίζειν ἀλλά προς θηραμάτων ἐκλιστερῶν ἐπιλαμβάνεσθαι εὐχρηστώτεροι. Πολλὰ δὲ εἴδη και πλῆθος ὀδόντων ἐν τῆς σιαγόνος τῷ ἄκρῳ εἶχον, ὥσπερ ἰχθυῶν πάγη, τοῦ τὰ ὑδάτινα θηράματα ἁρπάζειν. Ἔστιν οὖν ἄλλο σημεῖον ἰδιόμορφον αἱ ῥῖνες αὐτῶν, ἐν μέρει ὀπισθίῳ τοῦ ῥύγχους κειμέναι, ἵν’ ἀναπνέωσιν τῶν σιαγόνων αὐτῶν μερικῶς καταδεδυμένων. Αἱ δε χεῖρες αὐτῶν ἰσχυραὶ παρέμειναν, χηλάς μεγάλας ἔχουσαι, τάχα πρὸς θηράματα κατέχεσθαι και τα σφαδάζοντα καταλαμβάνειν.
Ὡς εἰκός κατά ποταμοὺς, δέλτα, και ἐλώδεις τόπους ᾤκουν, τὸ πλεῖστον ἰχθῦς θηρεύουσαι, ἐνίοτε δὲ καὶ ζῷα μικρὰ χερσαῖα, εὐκαιρίας δοθείσης. Ἐκ τούτου δὲ βίος ἴδιος καὶ ἀφορισμένος αὐτοῖς ἐγένετο, διαφέρων τοῦ τῶν λοιπῶν μεγάλων θηριοποδῶν.
Τῶν Σπινοσαυριδῶν ἀπολιθώματα σπανίως καὶ διεσπασμένως εὑρίσκονται ἐν ταῖς ἀνασκαφαῖς· ὅμως ἀνευρέθησαν ἐν Εὐρώπῃ, Ἀφρικῇ, Νοτίῳ Ἀμερικῇ, καὶ Ἀσίᾳ, καὶ μάλιστα ἐκ τοῦ Πρωίμου καὶ Μέσου Κρητιδικοῦ χρόνου. Περιφανεῖς μέλη αὐτῶν εἰσίν ὁ πτερυγιοφόρος Σπινόσαυρος τῆς Βορείου Ἀφρικῆς, ὁ κραταιῶς ὀνυχώδης Βαρυόνυξ τῆς Ἀγγλίας, καὶ ὁ μακρύρῥυγχος Σουχόμιμος τοῦ Νίγηρος. Ἕκαστος τούτων μοῖραν τινὰ προσφέρει πρὸς τὸ ἐκπληρῶσαι τὸν πίνακα τῆσδε τῆς θαυμαστῆς και ἰδιοτύπου τῶν δεινοσαύρων οἰκογενείας.