Γένος †Σπινόσαυρος (†Spinosaurus)

spinosaurus

Ὁ Σπινόσαυρος γένος ἐστὶ δεινοσαύρων Θηριοπόδων μεγάλων, ὧν παραλλαγαῖς μορφολογικαῖς προς βίον ἡμιυδατίνον διαφέρεται· ἤτοι το αὐτοῦ ῥύγχος μακρόν και στενόν εἶχεν, ὥσπερ τοῦ κροκοδίλου, καὶ τους ὀδόντας κωνικούς καὶ οὐχί πριονωτούς. Εἶχεν ἔτι καὶ ἀκάνθας ὑψηλάς τα νῶτα κοσμούσας, ἰστὸν ἢ λόφον σχηματιζούσας.

Νῦν το γένος ἑνί μόνον εἴδει καλῶς τεκμηριοῦται, τῷ Σπινόσαυρῳ τῷ αἰγυπτίῳ (Spinosaurus aegyptiacus). Καίπερ μεν ἕτερα ὠνωμάσθησαν εἴδη ἐκ λειψάνων διεσπαρμένων κατὰ τὴν Βόρειον Ἀφρικὴν, οἷον ὁ Σ. μαροκινός (S. maroccanus), ταῦτα δὲ ὡς ἀμφίβολα ἢ συνώνυμα δοκοῦσιν, οὐδενὸς ἑτέρου γνωρίσματος διαγνωστικοῦ ὑφισταμένου πρὸς τὸν Σ. αἰγύπτιον.

Τὰ τοῦ Σπινοσαύρου ἀπολιθώματα ἐκ τῶν πετρῶν τῆς Βαηρίης (Bahariya) Αἰγύπτου, καὶ τοῦ Κεμ Κεμ Μαρόκου προέρχονται, ἐκ τῆς ἑποχῆς τῆς Κενομανίου (ἀπό ἑκατόν ἔως ἐνενήκοντα και τέσσαρα ἐκατομμύρια ἔτη πρὸ τοῦ παρόντος). Ἐπιπλέον δε ἐξ Ἀλγερίας καὶ Τυνησίας εὑρήματα ἐφάνησαν. Πρῶτον μὲν ἐν ἔτει ͵αϡιε' ὑπὸ Ἐρνέστου Στρόμερ το γένος ἐξετέθη, ἀλλ’ ὁ ὁλότυπος ἐν τῷ δευτέρῳ παγκοσμίῳ πολέμῳ ἀπωλέσθη. Ἔκτοτε δε ἄλλα λείψανα πληρέστερα ἐκ Μαρόκου, οἶον κρανίου τμήματα, μελῶν ὀστέα, καὶ καιρίως οὐρά συνεζευγμένη, ἐδημοσιεύθησαν καὶ ὡς νεότυπος καθωρίσθησαν.

Πολλὰ γνώρισματα τὸν Σπινόσαυρον καὶ τῶν ἄλλων Σπινοσαυριδῶν καὶ τῶν ἄλλων Θηριοπόδων διακρίνουσι. Το ῥύγχος μακρόν τε καὶ στενόν ἐστι, ἐν ἄκρῳ ῥόδακα περιέχον (τουτέστι σύμπλεγμα ὀδόντων μεγεθῶν τοῦ την λείαν ἁρπάζειν), καὶ αἱ ῥῖνες ὀπισθιοτέραι κεῖνται, προσαρμογαὶ ἁλιευτικαί. Οἱ ὀδόντες εἰσὶ λεῖοι καὶ κωνικοί, εἰς τὸ κατασχέσθαι εὐχρηστώτεροι ἤ εἰς τεμνεῖν. Αἱ χεῖρες ἰσχυραὶ εἰσίν, ὄνυχας μεγάλους καὶ κυρτοὺς ἔχουσαι, τῇ θηραμάτων ἁρπαγῇ ἤ τε τῇ κινήσει ὠφελοῦντες. Ἀντιθέτως, τα ὀπίσω σκέλη εἰσὶν ἀσυνήθως τοῖς μεγάλοις Θηριοπόδοις βραχέα, καὶ ἡ οὐρὰ πεπλατυσμένη ὡσεί πτερύγιον, ἀκάνθαις ἐστηριγμένη, γνῶρισμα ὄν μοναδικόν ἐν τοῖς δεινοσαύροις.

Ταῦτα τὰ σημεῖα βίον ἡμιυδάτινον μαρτυροῦσι. Ἀναλύσεις γεγονυῖαι ἰσοτοπικαί, ἡ τῶν ὀστῶν ἱστολογία, καὶ ἡ τῆς οὐρᾶς μορφή ὁμολογοῦσι συχνὴν ἐμβάπτισιν εἰς ὕδωρ, ὅπου ἰχθῦς καὶ ἄλλα θηράματα ὑδάτινα ὡς ἐοικώς ἐδίωκε. Ὅμως, κολυμβητική αὐτοῦ δεξιότης προσέτι ἐρευνᾶται. Ἔνιαι μεν ἀνακατασκευαί ὡς τῇ οὐρᾷ ὠθούμενον καταδυτικὸν θηρευτήν αὐτόν προτείνουσιν, ἕτεραι δὲ ὡς κολυμβητήν βραδύν, ἐν ρηχοῖς ὕδασιν ἐνεδρεύοντα. Καιναὶ οὖν μηχανολογικαὶ μελέται ἀποφαίνονται τους Σπινοσαύρους τὴν δισκελή βαδισιν τετηρηκέναι, και οὐχ οὕτως εὐκίνητοι τῷ ὕδατι εἶναι.

Ὁ Σπινόσαυρος θέσιν ἰδίαν ἐν τοῖς θηρευταῖς τῆς Κρητιδικῆς περιόδου κατέχει. Ἐν τοῖς τόποις οὗ συνῴκει ἑτέροις μεγίστοις θηριοπόδοις, οἷον ὁ Καρχαροδοντόσαυρος, ἡ τῶν ἐπιτηδευμάτων διαίρεσις πιθανὴ ἐστίν, Σπινοσαύρου δὲ τοῖς ποταμίοις καὶ ἐκβολαίοις θηράμασιν εἰδικευομένου. Το δὲ νωτιαῖον ἱστίον τάχα πρὸς θέαν, θερμοκρασίας ελεγχον, ἢ το εῑδος ἀναγωνρίζειν ἐχρησίμευεν· ἀλλ’ ἡ λειτουργία αὐτοῦ διαλελύταί πω. Οὐδεὶς ἕτερος δεινόσαυρος ἄπτηνος ταύτην τὴν ὑδάτινον προσαρμογὴν τοσοῦτον ἀναδεικνύει· ὥστε ὁ Σπινόσαυρος εἷς τῶν ἰδιαιτάτων ἐν μορφῇ καὶ περιβάλλοντι ἐστίν.